TLG 0378 001 :: ARIPHRON :: Fragmentum ARIPHRON Lyr. Fragmentum fr. 1 Citation: (Line) | ||
Ὑγίεια βροτοῖσι πρεσβίστα μακάρων, μετὰ σεῦ ναίοιμι τὸ λειπόμενον βιοτᾶς, σὺ δέ μοι πρόφρων ξυνείης· εἰ γάρ τις ἢ πλούτου χάρις ἢ τεκέων ἢ τᾶς ἰσοδαίμονος ἀνθρώποις βασιληίδος ἀρχᾶς ἢ πόθων | ||
5 | οὓς κρυφίοις Ἀφροδίτας ἕρκεσιν θηρεύομεν, ἢ εἴ τις ἄλλα θεόθεν ἀνθρώποισι τέρψις ἢ πόνων ἀμπνοὰ πέφανται, μετὰ σεῖο, μάκαιρ’ Ὑγίεια, τέθαλε καὶ λάμπει Χαρίτων ὀάροις· | |
---|---|---|
10 | σέθεν δὲ χωρὶς οὔτις εὐδαίμων ἔφυ. | 422 |